ΕΝΝΟΩ ΤΗΝ ΗΜΕΡΑΝ ΕΚΕΙΝΗΝ ΚΑΙ ΤΗΝ ΩΡΑΝ…ΣΤΙΧΗΡΟ ΙΔΙΟΜΕΛΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ.


Εννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι, τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικίᾳ μίᾳ πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.

ΨΑΛΕΙ Η 60ΜΕΛΗΣ ΧΟΡΩΔΙΑ ΤΟΥ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΙΚΟΥ-