ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ
ΛΟΓΟΣ ΟΓΔΟΟΣ
Περὶ ἀοργησίας καὶ πραότητος
1. (828.) Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. 2. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. 3. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. 4. Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας· μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς· τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. 6. Ὀργή ἐστιν ἐπιθυμία κακώσεως τοῦ παροξύνοντος. 7. Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη. Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη. 8. Θυμός ἐστιν εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. 9. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος· οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. 10. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ. 11. Ἔστι (829.) κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. 12. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. 13. Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. 14. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται· οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει· ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης. 15. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. 16. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. 17. Εἰ τοῦτο ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. 18. Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει· ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται. Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε. 19. Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες· ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν. Εἶδον μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, 20. καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. 21. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας· τὴν γὰρ φύσιν καὶ αὐτός, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται. 22. Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ (832.) βοθύνου εἰς κρημνὸν περιπεσόντας. Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας. 23. Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος· ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἥγε ἄμετρος καὶ ἄκαιρος. Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα. 24. Ἤκουσα παρακαθήμενος ἔξω κατά τινα χρείαν ἀνδρῶν ἡσυχαζόντων, ὡς περδίκων ἐν τῇ κέλλῃ ἐκ πικρίας καὶ θυμοῦ καθ᾿ ἑαυτοὺς κλοβομαχούντων, τῷ προσώπῳ δὲ ὡς παρόντος τοῦ λελυπηκότος ἐπιπηδώντων· οἷς ἔγωγε τὸ μὴ ἀπιδιάζειν εὐσεβῶς συμβεβούλευκα, ἵνα μὴ ἐξ ἀνθρώπων δαίμονες κατασταθῶσι. Καὶ τεθέαμαι πάλιν λάγνους καὶ βρωμώδεις καρδίας, πράους τινὰς καὶ κόλακας, καὶ φιλαδέλφους, καὶ φιλοκαλλιπροσώπους ὑπάρχοντας, οὒς τὴν ἡσυχίαν ὡς ξύριον μισόλαγνον, καὶ μισόβρωμον μετιέναι παρεσκεύασα, ἵνα μὴ ἐκ λογικῆς εἰς ἄλογον φύσιν ἐλεεινῶς μετατεθῶσιν. Ἐπεὶ δέ μοί τινες ἐν ἀμφοτέροις ἑαυτοὺς ἔλεγον οἰκτίστως ἐκφέρεσθαι, τούτους ἔγωγε πάντη αὐτεξουσίως πορεύεσθαι κεκώλυκα. Τοῖς μέντοι αὐτῶν ἐπιστατοῦσι τοῦτο φιλικῶς ὑποθέμενος· ποτὲ μὲν αὐτοῖς τοῦ χρόνου ταύτην, ποτὲ δὲ ἐκείνην τὴν τάξιν ἐπιτρέπειν μετέρχεσθαι ὅμως τὸ πᾶν τῷ κρατοῦντι [τῷ] πάντα κρατοῦντι, τὸν αὐχένα δούς. 25. Ὁ μὲν φιλήδονος ἑαυτὸν, ἴσως δὲ καὶ ἕτερον ἕνα φιλομύστην αὐτοῦ λυμαίνεσθαιπέφυκεν· ὁ δὲ θυμώδης ὥσπερ λύκος πᾶσαν πολλάκις τὴν ποίμνην διετάραξε, καὶ πολλὰς ψυχὰς ταπεινώσας διέθλιψε· 26. χαλεπὸν μὲν τὸν τῆς καρδίας ὀφθαλμὸν ἐκ θυμοῦ ταράξαι, κατὰ τὸν εἰπόντα· Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· χαλεπώτερον δὲ τὸ διὰ χειλέων τὴν τῆς ψυχῆς ὁρμὴν ἐνδείξασθαι· τὸ διὰ χειρῶν πάντη που τῆς μοναδικῆς, καὶ ἀγγελικῆς, καὶ θεϊκῆς πολιτείας ἐχθρὸν καὶ ἀλλότριον. Εἰ κάρφος ἑτέρου ἰάσασθαι θέλεις, μᾶλλον δὲ νομίζεις μὴ ἀντὶ μήλης δοκῷ τοῦτον ἀποχρίσης, ἢ ἀποστύψῃς· δοκὸς βαρὺς λόγος, σχήματα ἀπρεπῆ· τὸ δὲ ἕτερον ἐπιεικὴς διδασκαλία, καὶ μακρόθυμος ἐπιτιμία. Ἔλεγξον, φησὶν, ἐπιτίμησον, παρακάλεσον· οὐ μέντοι καὶ τύψον. Εἰ δὲ καὶ τοῦτο δέοι, σπανίως καὶ οὐ δι᾿ ἑαυτοῦ. 28. Ἐπισκεψώμεθα καὶ ἐν τοῖς πολλοῖς τῶν θυμικῶν τὴν ἀγρυπνίαν προθύμως, καὶ τὴν νηστείαν καὶ ἡσυχίαν ἐπιτελουμένην θεασόμεθα. Σκοπὸς γὰρ τῷ δαίμονι τὰς αὐξητικὰς τοῦ πάθους ὕλας, προφάσει δῆθεν μετανοίας, καὶ πένθους αὐτοῖς ὑποτίθεσθαι. 29. Εἰ εἷς λύκος, ὡς προέφημεν, δύναται ἐκταράξαι ποίμνην, δαίμονα συνεργὸν κεκτημένος, πάντως καὶ εἷς ἀδελφὸς σοφώτατος, ὥσπερ ἀσκὸς χρηστὸς ἐλαίου μεστὸς τὸ κῦμα παρενέγκαι καὶ γαληνιάσαι ποιεῖν τὴν ὁλκάδα, ἄγγελον συνεργὸν κεκτημένος, κατὰ τὸ μέγεθος τοῦ προτέρου κρίματος, οὗτος ἐκ Θεοῦ μισθὸν κομισόμενος, καὶ τύπος ὠφελείας πᾶσι γινόμενος. 30. Ἀρχὴ τῆς μακαρίας ἀνεξικακίας ἐν πικρίᾳ καὶ ὀδύνῃ ψυχῆς τὰς ἀτιμίας καταδέχεσθαι. Μεσότης δὲ ἀλύπως ἐν ταύταις διακεῖσθαι· τελείωσις δὲ, εἴπερ καὶ ἔστιν, ὡς εὐφημίας ταύτας λογίζεσθαι. Χαίροις (833.) ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· 31. ἐλεεινὸν ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο· καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὁρῶν ἐθαύμαζον· καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς ἑαυτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον. 32. Εἴ τις ἑαυτὸν ἀπὸ οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μάχαιραν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον καθ᾿ αὐτῶν ἐσκέψατο σπάσασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν συνοδίᾳ ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐκδύσασθαι βούλεται, ἵνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ· αὐτή σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι· φασὶ γάρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὅ τι καὶ ἀληθὲς καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ἡ ἐν τοῖς τελείοις ὑπάρχουσα ἀκινησία· καὶ ἡ μὲν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται. Ἡ δὲ, ὥσπερ ὄφις ὑπὸ τῆς ἀπαθείας, ὡς ὑπὸ μαχαίρας, τεθανάτωται. 34. Τρεῖς ἔγωγε ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας· καὶ ὁ μὲν δέδηκται [δέδηκτο, al. δέδακται], καὶ ἐσιώπησεν· ὁ δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος· ὁ δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς· καὶ ἦν ἰδεῖν φόβου, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. 35. Ὥσπερ ὁ τῶν σωμάτων πυρετός, εἷς μέν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται· οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ᾿ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἵνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτὴν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. 36. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὑπὸ μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τήν τε τοῦ γεγεννηκότος [σε] προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε υἱῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα· οὐ μόνον δὲ, (836.) ἀλλὰ καὶ τῶν πολεμούντων καὶ ἀποκτεινούντων σε τὰς σημασίας. Ὁ δὲ πρὸς ἡμᾶς ἀποκρινόμενος ἔλεγεν. Αἱ ἐμὲ γεννήσασαι πολλαὶ, καὶ ὁ ἐμὸς πατὴρ οὐχ εἷς. Αἱ δὲ μητέρες μου κενοδοξία, φιλαργυρία, γαστριμαργία· ἔστι δὲ ὅτε καὶ πορνεία· ὁ ἐμὲ γεγεννηκὼς προσηγορεύεται τῦφος. Αἱ δὲ ἐμαὶ θυγατέρες μνησικακίαι, μίσος, ἔχθρα, δικαιολογία· αἱ ἐμοῦ δὲ ἀντίδικοι, ὑφ᾿ ὧν νῦν περιέχομαι δέσμιος, αἱ τούτων ἀντικείμεναι, ἀοργησία καὶ πραότης. Ἡ δὲ ἐμὴ ἐπίβουλος, ταπεινοφροσύνη προσαγορεύεται. Τίς δὲ ὁ τετοκὼς ἐκείνην, ἐν ἰδίῳ καιρῷ αὐτὴν ἐρωτήσατε. Ἐν ὀγδόῳ τινὶ βαθμῷ ὁ τῆς ἀοργησίας κεῖται στέφανος, καὶ ὁ μὲν ἐκ φύσεως τούτων περικείμενος, ἴσως οὐ περίκειται ἕτερον· ὁ δὲ ἐξ ἱδρώτων, εἰς ἅπαν τοὺς ὀκτὼ νενίκηκεν. | ΟΠΩΣ ΤΟ νερό, ποὺ χύνεται λίγο-λίγο στὴν φωτιά, τὴν σβήνει τελείως, ἔτσι καὶ τὸ δάκρυ τοῦ ἀληθινοῦ πένθους σβήνει ὅλη τὴν φλόγα τοῦ θυμοῦ καὶ τῆς ἐξημμένης ὀργῆς. Γι᾿ αὐτὸ καὶ τὰ ἐτοποθετήσαμε, στὴν σειρὰ τοῦ λόγου, τὸ ἕνα πρὶν καὶ τὸ ἄλλο μετά. 2. Ἀοργησία σημαίνει ἀκόρεστη ἐπιθυμία γιὰ ἀτιμία, ὅμοια μὲ τὴν ἀπέραντη ἐπιθυμία τῶν κενοδόξων γιὰ ἔπαινο. Ἀοργησία σημαίνει νίκη κατὰ τῆς ἀνθρώπινης φύσεως, ποὺ φαίνεται μὲ τὴν ἀναισθησία ἀπέναντι στὶς ὕβρεις καὶ ποὺ ἀποκτᾶται μὲ ἀγώνας καὶ ἱδρώτας. 3. Πραότης σημαίνει νὰ παραμένη ἀκίνητη καὶ ἀτάραχη ἡ ψυχή, τόσο στὶς ἀτιμίες ὅσο καὶ στοὺς ἐπαίνους. 4. Ἡ ἀρχὴ τῆς ἀοργησίας εἶναι νὰ σιωποῦν τὰ χείλη, ἐνῷ ἡ καρδιὰ εὑρίσκεται σὲ ταραχή. Τὸ μέσον εἶναι νὰ σιωποῦν οἱ λογισμοί, ἐνῷ ἡ ψυχὴ εὑρίσκεται σὲ ὀλίγη ταραχή. Καὶ τὸ τέλος, νὰ ἐπικρατῆ στὴν θάλασσα τῆς ψυχῆς μόνιμη καὶ σταθερὰ γαλήνη, ὅσο καὶ ἂν φυσοῦν οἱ ἀκάθαρτοι ἄνεμοι. 5. Ὀργὴ σημαίνει νὰ διατηρῆς συνεχῶς μέσα σου κάποιο μίσος, νὰ ἐνθυμῆσαι δηλαδὴ τὸ κακὸ ποὺ σοῦ ἔγινε. Ὀργὴ σημαίνει νὰ ἐπιθυμῆς νὰ ἐκδικηθῆς αὐτὸν ποὺ σὲ παρώξυνε. 6. Ὀξυχολία σημαίνει ἔξαψις τῆς καρδιᾶς ποὺ γίνεται παρευθὺς καὶ διὰ μιᾶς. Πικρία σημαίνει μία ἐσωτερικὴ κίνησις ἐστερημένη ἀπὸ κάθε εὐχαρίστησι καὶ ἑδραιωμένη μέσα στὴν ψυχή. 7. Θυμὸς σημαίνει εὐμετάβλητη καὶ εὐέξαπτη συμπεριφορὰ καὶ ἀσχημοσύνη τῆς ψυχῆς. 8. Μόλις φανῆ τὸ φῶς, ὑποχωρεῖ τὸ σκότος. Ὁμοίως μόλις «μυρίση» ἡ ταπείνωσις, ἐξαφανίζεται κάθε πικρία καὶ θυμός. Μερικοὶ ἐνῷ εἶναι εὐμετάβλητοι στὴν συμπεριφορά τους ἐξ αἰτίας τοῦ θυμοῦ, ἐν τούτοις ἀμελοῦν νὰ φροντίσουν γιὰ τὴν θεραπεία τους. Καὶ δὲν ἀκούουν οἱ ταλαίπωροι αὐτὸν ποὺ εἶπε: «Ἡ ὁρμὴ τοῦ θυμοῦ ὁδηγεῖ τὸν ἄνθρωπο στὴν πτώση» (Σοφ. Σειρὰχ α´ 22). 9. Μία ἀπότομη κίνησις ἑνὸς μύλου (1) μπορεῖ σὲ μία στιγμὴ νὰ συντρίψῃ περισσότερο καρπὸ καὶ σιτάρι τῆς ψυχῆς ἀπ᾿ ὅ, τι ἡ σιγανὴ κίνησις ἑνὸς ἄλλου μύλου μία ὁλόκληρη ἡμέρα. 10. Ἕνα ἀπότομο φούντωμα τῆς φωτιᾶς ἀπὸ σφοδρὸ ἄνεμο μπορεῖ νὰ κάψῃ καὶ νὰ ἀφανίση τὸν ἀγρὸ τῆς καρδιᾶς περισσότερο ἀπ᾿ ὅ, τι ἡ μικρὴ φωτιὰ ποὺ καίει ἀργά. 11. Δὲν πρέπει νὰ μᾶς διαφεύγη, ἀγαπητοί μου, ὅτι γιὰ ὡρισμένον καιρὸ οἱ πονηροὶ δαίμονες κρύπτονται ὀλίγον καὶ δὲν μᾶς πολεμοῦν. Καὶ αὐτό, γιὰ νὰ πέσωμε σὲ ἀμέλεια θεωρώντας ὡς μικρὰ τὰ μεγάλα πάθη, καὶ ἔτσι νὰ πέσωμε σὲ ἀθεράπευτη ἀσθένεια. 12. Μία πέτρα μὲ πολλὲς αἰχμὲς καὶ ἀνωμαλίες, ὅταν συγκρούεται καὶ κτυπᾶται μὲ ἄλλες πέτρες, συντρίβει ὅλα τὰ ἀπότομα καὶ σκληρὰ σημεῖα της καὶ γίνεται στρογγυλή. Ὁμοίως καὶ μία θυμώδης καὶ ἀπότομη ψυχή, ὅταν συναναστρέφεται καὶ συζῆ μὲ σκληροὺς καὶ θυμώδεις ἀνθρώπους, ὑφίσταται ἕνα ἐκ τῶν δυό: Ἢ ὑπομένει καὶ θεραπεύει τὸ τραῦμα της. Ἢ ἀναχωρεῖ καὶ γνωρίζει τὴν ἀδυναμία της, τὴν ἀδυναμία της, ποὺ σὰν σὲ καθρέπτη τῆς τὴν ἔδειξε καθαρὰ ἡ ἄνανδρος φυγή της. 13. Θυμώδης σημαίνει νὰ γίνεσαι θεληματικὰ ἐπιληπτικός, καὶ ἀπὸ ἀθέλητη κακὴ συνήθεια νὰ πέφτης κάτω καὶ νὰ συντρίβεσαι ὁλοσχερῶς. 14. Σὲ ὅσους μετανοοῦν τίποτε δὲν εἶναι πιὸ ἀταίριαστο ἀπὸ τὴν ταραχὴ τοῦ θυμοῦ. Διότι ἡ μετάνοια καὶ ἡ ἐπιστροφὴ χρειάζονται πολλὴ ταπείνωσι, ἐνῷ ὁ θυμὸς δείχνει ἄνθρωπο γεμάτο ἀπὸ ὑπερηφάνεια. 15. Ἐὰν τὸ ὅριο τῆς πιὸ τελείας πραότητος εἶναι, ἐνῷ εὑρίσκεται ἐμπρός σου αὐτὸς ποὺ σὲ παροξύνει, νὰ τὸν ἀντιμετωπίζης μὲ ἐσωτερικὴ γαλήνη καὶ ἀγάπη, τότε ὁπωσδήποτε τὸ ἔσχατο ὅριο τοῦ θυμοῦ εἶναι, ἐνῷ ἀπουσιάζει αὐτὸς ποὺ σὲ ἐλύπησε, νὰ κάνης ὅτι συγκρούεσαι μαζί του μὲ διάφορα λόγια καὶ κινήματα θηριώδη. 16. Ἐὰν τὸ Ἅγιο Πνεῦμα ὀνομάζεται καὶ εἶναι «εἰρήνη ψυχῆς», ἐνῷ ἡ ὀργὴ «ταραχὴ καρδίας», τότε ὁπωσδήποτε τίποτε ἄλλο δὲν ἐμποδίζει τὴν παρουσία Του μέσα μας ὅσο ὁ θυμός. 17. Γνωρίζομε πὼς εἶναι πάμπολλα τὰ τέκνα τοῦ θυμοῦ. Καὶ ὅλα εἶναι φοβερά. Ἕνα ὅμως τέκνο του ποὺ τὸ γεννᾶ χωρὶς νὰ τὸ θέλη, ἂν καὶ νόθο, εἶναι ὠφέλιμο: Εἶδα ἀνθρώπους ποὺ ἄναψαν ἀπὸ τὴν μανία τοῦ θυμοῦ καὶ ἔβγαλαν ἀπὸ μέσα τους σὰν ἔμετο τὴν μακροχρόνιο μνησικακία τους. Ἔτσι μὲ τὸ ἕνα πάθος ἀπηλλάγησαν ἀπὸ τὸ ἄλλο! Καὶ ἡ μακροχρόνια λύπη τους διελύθη! Διότι ἐκεῖνος ποὺ τοὺς ἐλύπησε ἢ ἐζήτησε συγχώρησι ἢ ἔδωσε τὶς ἀπαιτούμενες ἐξηγήσεις. Ἀντιθέτως εἶδα ἄλλους ποὺ κατὰ τρόπο ἀπαράδεκτο ἔδειξαν ὅτι ἦσαν δῆθεν μακρόθυμοι. Ἔτσι μὲ τὴν σιωπὴ ἐναποθήκευσαν μέσα τους τὴν μνησικακία. Αὐτοὺς τοὺς ἐλεεινολόγησα περισσότερο ἀπὸ τοὺς πρώτους, διότι μὲ τὸ μελάνι (τῆς μνησικακίας) ἔδιωξαν ἀπὸ τὴν ψυχή τους τὸ περιστέρι, (τὴν εἰρήνη δηλαδὴ καὶ τὴν χάρι τοῦ Ἁγίου Πνεύματος). 18. Χρειάζεται νὰ προσέξωμε πολὺ αὐτὸν τὸν ὄφι (τοῦ θυμοῦ). Διότι τὸν βοηθεῖ καὶ ἡ ἴδια ἡ φύσις μας, ὅπως ἀκριβῶς καὶ τὸν ὄφι τοῦ σαρκικοῦ πάθους. Εἶδα μερικοὺς ποὺ ὠργίσθηκαν καὶ ἀπὸ τὴν πικρία τους ἀρνήθηκαν νὰ φάγουν. Μὲ τὴν ἀπαράδεκτη αὐτὴ ἐγκράτειά τους ἐπῆραν ἐπάνω στὸ πρῶτο δηλητήριο καὶ δεύτερο. Ἀντιθέτως εἶδα ἄλλους ποὺ ἐπιάσθηκαν ἀπὸ εὔλογη δῆθεν ἀφορμὴ τοῦ θυμοῦ κι ἐξέσπασαν στὴν γαστριμαργία. Ἔτσι ἀπὸ τὸν λάκκο ἔπεσαν στὸν γκρεμό. Εἶδα ὅμως καὶ ἄλλους συνετοὺς ποὺ σὰν καλοὶ ἰατροὶ ἐκράτησαν τὴν μεσαία ὁδό, καὶ μὲ τὴν κανονικὴ λῆψι τῆς τροφῆς παρηγορήθηκαν καὶ ὠφελήθηκαν ὑπερβολικά. 19. Μερικὲς φορὲς ἡ ψαλμῳδία, ὅταν εἶναι μετρία, καταπραΰνει ἄριστα τὸν θυμό. Καὶ μερικὲς φορές, ὅταν εἶναι ἄμετρη καὶ ἄκαιρη, δημιουργεῖ φιληδονία. Γι᾿ αὐτὸ ἂς τὴν χρησιμοποιοῦμε διακριτικὰ ἀνάλογά μὲ τὶς περιστάσεις. 20. Εὑρέθηκα κάποτε ἐξ αἰτίας μιᾶς ἀνάγκης ἔξω ἀπὸ ἕνα κελλὶ ἐρημιτῶν. Ἐνῷ ἐκαθόμουν ἐκεῖ, τοὺς ἄκουσα νὰ μάχωνται γεμάτοι πικρία καὶ θυμὸ ἐναντίον κάποιου ὁ ὁποῖος ἀπουσίαζε -αὐτὸς τοὺς εἶχε λυπήσει σὲ κάτι- καὶ σὰν πέρδικες μέσα σὲ κλουβὶ νὰ ὁρμοῦν ἐπάνω στὸ πρόσωπό του σὰν νὰ ἦταν παρών. Ἐκεῖνο ποὺ τοὺς συμβούλευσα ἀπὸ πνευματικὸ ἐνδιαφέρον ἦταν νὰ ἐγκαταλείψουν τὴν ἐρημικὴ ζωή, γιὰ νὰ μὴ καταντήσουν ἀπὸ ἄνθρωποι δαίμονες. Εἶδα ἐπίσης καὶ μερικοὺς ἄλλους μὲ καρδιὰ ὑποδουλωμένη στὴν λαγνεία καὶ στὴν γαστριμαργία. Αὐτοὶ φαίνονταν γεμάτοι πραότητα καὶ κολακευτικὴ εὐγένεια καὶ φιλαδελφία καὶ εὐπροσηγορία. Ἐκεῖνο ποὺ τοὺς συμβούλευσα ἦταν νὰ ἀσπασθοῦν τὴν ἐρημικὴ ζωὴ -τὸ ξυράφι κατὰ τῆς λαγνείας καὶ τῆς γαστριμαργίας- γιὰ νὰ μὴ καταντήσουν ἐλεεινὰ ἀπὸ λογικοὶ ἄνθρωποι ἄλογα ζῷα. Μερικοὶ ὅμως μοῦ ἔλεγαν ὅτι παρασύρονται ἀξιοθρήνητα καὶ στὰ δυὸ κακά, (καὶ στὸν θυμὸ καὶ στὴν φιληδονία). Αὐτοὺς τοὺς ἐμπόδισα αὐστηρὰ ἀπὸ τὸ νὰ ἔχουν ἰδικό τους πρόγραμμα. Καὶ συνέστησα φιλικὰ στοὺς Γέροντές τους νὰ τοὺς ὁρίζουν ἄλλοτε τὴν μία (τὴν κοινοβιακή) καὶ ἄλλοτε τὴν ἄλλη (τὴν ἐρημιτική) ζωή. Καὶ σὲ ὅλα νὰ κλίνουν τὸν αὐχένα καὶ νὰ ὑποτάσσωνται στὸν πνευματικό τους ἐπιστάτη. 21. Ὁ φιλήδονος βλάπτει καὶ ἀτιμάζει τὸν ἑαυτό του μόνο. Ἴσως καὶ τὸν συνένοχό του. Ἐνῷ ὁ θυμώδης πολλὲς φορὲς σὰν λύκος ἀναστατώνει ὅλη τὴν ποίμνη καὶ τραυματίζει πολλὲς ταπεινὲς ψυχές. 22. Εἶναι βαρὺ νὰ ταραχθῆ ἀπὸ τὸν θυμὸ ὁ ὀφθαλμὸς τῆς καρδίας, νὰ συμβῆ δηλαδὴ ἐκεῖνο ποὺ εἶπε ὁ Ψαλμῳδός: «Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου» (Ψαλμ. στ´ 8). Εἶναι ὅμως πιὸ βαρὺ νὰ ἐκδηλωθῆ μὲ τὰ χείλη ἡ ἐσωτερικὴ ὁρμὴ τοῦ θυμοῦ. Τὸ νὰ ἐκδηλωθῆ ὅμως καὶ μὲ χειροδικία εἶναι πράγμα ὁλωσδιόλου ἐχθρικὸ καὶ ξένο πρὸς τὴν μοναχικὴ καὶ ἀγγελικὴ καὶ θεϊκὴ ζωή. 23. Ἐὰν θέλης ἢ μᾶλλον νομίζης ὅτι πρέπει νὰ ἀφαιρέσης τὸ κάρφος ἀπὸ τὸν ὀφθαλμὸ τοῦ ἄλλου, πρόσεξε μήπως ἀντὶ ἰατρικῆς σμίλης χρησιμοποιήσης κανένα δοκάρι, ὁπότε θὰ ἀνοίξης ἢ θὰ καταστρέψης ἐντελῶς τὸν ὀφθαλμό. Δοκάρι εἶναι ὁ βαρὺς λόγος καὶ οἱ ἀπρεπεῖς ἐξωτερικοὶ τρόποι. Ἐνῷ τὸ ἄλλο, (ἡ ἰατρικὴ σμίλη), εἶναι ἡ μὲ ἐπιείκεια διδασκαλία καὶ ὁ μὲ μακροθυμία καὶ καλωσύνη ἔλεγχος. Ὁ Ἀπόστολος λέγει «ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον» (Β´ Τιμ. δ´ 2), ὄχι ὅμως καὶ «τύψον» (κτύπα). Ἐὰν ὅμως σπανίως χρειασθῆ καὶ αὐτό, ἂς γίνη, ὄχι ὅμως ἀπὸ σένα. 24. Ἂς ἐξετάσωμε καὶ θὰ διαπιστώσωμε ὅτι πολλοὶ θυμώδεις ἐκτελοῦν μὲ προθυμία τὴν νηστεία καὶ τὴν ἀγρυπνία καὶ τὴν ἡσυχαστικὴ ζωή. Καὶ τοῦτο, διότι ὁ δαίμων τοὺς σπρώχνει μὲ τὴν πρόφασι τῆς μετανοίας καὶ τοῦ πένθους σὲ ἐκεῖνα ποὺ αὐξάνουν καὶ ἐρεθίζουν τὸ πάθος τους. 25. Ἐὰν ἕνας λύκος, (ἕνας δηλαδὴ ἄγριος καὶ θυμώδης μοναχός), μὲ τὴν βοήθεια ἑνὸς δαίμονος μπορῆ νὰ ἀναστατώση τὴν ποίμνη, ὁπωσδήποτε καὶ ἕνα ἀδελφὸς γεμάτος ἀπὸ θεϊκὴ σοφία, σὰν ἐκλεκτὸς ἀσκὸς γεμάτος ἀπὸ λάδι, μὲ τὴν βοήθεια ἑνὸς Ἀγγέλου μπορεῖ νὰ ἀποτρέψῃ τὸ κύμα καὶ νὰ γαληνεύση τὸ πλοῖο. Ὁ ἀδελφὸς αὐτὸς θὰ λάβη ἀπὸ τὸν Θεὸ τόσο μισθό, ὅση καταδίκη ὁ πρῶτος, καὶ θὰ γίνη σὲ ὅλους καλὸ παράδειγμα καὶ αἰτία ὠφελείας. 26. Ἡ ἀρχὴ τῆς μακαρίας ἀνεξικακίας εἶναι τὸ νὰ γίνωνται δεκτὲς οἱ ἀτιμίες μὲ ἐσωτερικὴ πικρία καὶ ὀδύνη. Τὸ μέσον, νὰ ἀντιμετωπίζονται χωρὶς λύπη. Καὶ τὸ τέλος, ἐὰν ὑπάρχη τέλος, νὰ θεωροῦνται ὡς ἔπαινοι. Χαῖρε ὁ πρῶτος. Ἐνδυναμώσου ὁ δεύτερος. Ὁ τρίτος ὅμως εἶσαι μακάριος, διότι ἀγάλλεσαι ἐν Κυρίῳ. 27. Παρετήρησα ἕνα ἄθλιο θέαμα ἀνάμεσα σὲ ὀργίλους ἀνθρώπους, ποὺ συνέβαινε ἐξ αἰτίας τοῦ ἐγωϊσμοῦ τους χωρὶς νὰ τὸ ἀντιλαμβάνονται. Τί συνέβαινε; Ἔπεφταν στὸ πλῆθος τῆς ὀργῆς καὶ γιὰ τὴν ἥττα τους αὐτὴ πάλι ὠργίζονταν. Βλέποντάς τους νὰ τιμωροῦν τὴν πρώτη πτῶσι μὲ δευτέρα, ἐθαύμαζα. Παρατηρώντας τους νὰ ἐκδικοῦνται τὴν μία ἁμαρτία μὲ τὴν ἄλλη, τοὺς ἐλυπόμουν. Καὶ κατάπληκτος ἀπὸ τὴν πανουργία τῶν δαιμόνων, παρ᾿ ὀλίγο νὰ πέσω σὲ ἀπόγνωσι γιὰ τὴν ζωή μου. 28. Ἐὰν κάποιος βλέπη ὅτι νικᾶται εὔκολα ἀπὸ τὸν ἐγωϊσμό, τὸν θυμό, τὴν πονηρία καὶ τὴν ὑποκρισία, καὶ ἐὰν ἐξ αἰτίας αὐτοῦ ἀπεφάσισε νὰ σύρη ἐναντίον τους τὴν δίστομο μάχαιρα τῆς πραότητος καὶ ἀνεξικακίας, πρέπει νὰ πάη σὲ ἕνα σωτήριο «κναφεῖον», δηλαδὴ σὲ ἕνα Κοινόβιο ποὺ νὰ ἔχη πολὺ σκληροὺς ἀδελφοὺς -ἐὰν βέβαια ἐπιθυμεῖ νὰ πετάξη ἀπὸ ἐπάνω του αὐτὰ τὰ πάθη. Καὶ ἐκεῖ, μὲ τὶς ὕβρεις καὶ τὶς ἀτιμίες καὶ τὶς ταραχὲς καὶ τὶς τρικυμίες τῶν ἀδελφῶν θὰ τεντώνεται καὶ θὰ δέχεται κτυπήματα νοητὰ -ἴσως καὶ αἰσθητά- καὶ θὰ ξύνεται καὶ θὰ δέχεται λακτίσματα καὶ θὰ ποδοπατῆται. Ἔτσι θὰ μπορέση νὰ πλύνη καὶ νὰ ἐξαφανίση τὴν ἀκαθαρσία ποὺ ὑπάρχει στὸ ἔνδυμα τῆς ψυχῆς του. Οἱ ὀνειδισμοὶ ἀποπλύνουν τὴν ψυχὴ ἀπὸ τὰ πάθη. Σὲ αὐτὸ ἂς σὲ πείση καὶ ἡ φράσις ποὺ χρησιμοποιεῖ ὁ λαός. Μερικοὶ κοσμικοὶ δηλαδή, ὅταν ἐξυβρίσουν κάποιον κατὰ πρόσωπον, λέγουν μὲ καύχησι: «Τὸν τάδε τὸν ἔλουσα»! Καὶ αὐτὸ ἀποτελεῖ πραγματικότητα. 29. Ἄλλη εἶναι ἡ ἀοργησία ποὺ παρατηρεῖται στοὺς ἀρχαρίους ἐξ αἰτίας τοῦ πένθους, καὶ ἄλλη εἶναι ἡ ἀκινησία (καὶ νέκρωσις) τῆς ὀργῆς ποὺ παρατηρεῖται στοὺς τελείους. Στὴν πρώτη περίπτωσι, ἡ ἀοργησία συγκρατεῖται σὰν μὲ χαλινάρι ἀπὸ τὸ δάκρυ, ἐνῷ στὴν δευτέρα ἡ ὀργὴ ὁμοιάζει μὲ ὄφι ποὺ τὸν ἐθανάτωσε τὸ μαχαίρι τῆς ἀπαθείας. Εἶδα τρεῖς μοναχοὺς ποὺ ἐξυβρίσθηκαν συγχρόνως. Ὁ πρῶτος ἀπ᾿ αὐτοὺς δαγκώθηκε καὶ ταράχθηκε, ἀλλὰ δὲν ὡμίλησε. Ὁ δεύτερος χάρηκε γιὰ τὸν ἑαυτό του, ἀλλὰ λυπήθηκε γιὰ τὸν ὑβριστή. Καὶ ὁ τρίτος ἀφοῦ ἀναλογίσθηκε τὴν ψυχικὴ βλάβη τοῦ ὑβριστοῦ ἔχυσε θερμὰ δάκρυα. Ἔτσι ἔχεις ἐμπρός σου τὸν ἐργάτη τοῦ φόβου, τὸν μισθωτὸ καὶ τὸν ἐργάτη τῆς ἀγάπης. 30. Ὅπως ὁ πυρετὸς τοῦ σώματος εἶναι μὲν ἕνας κατ᾿ οὐσίαν, ἀλλὰ ἔχει πολλὲς ἀφορμὲς ποὺ τὸν δημιουργοῦν, ἔτσι καὶ ἡ ἐμφάνισις καὶ ἡ ἔξαψις τοῦ θυμοῦ, καθὼς βέβαια καὶ τῶν ἄλλων παθῶν μας, ὀφείλονται σὲ πολλὲς καὶ διάφορες αἰτίες. Γι᾿ αὐτὸ καὶ εἶναι ἀδύνατο νὰ ὁρίσωμε τὸν ἴδιο τρόπο ἀντιμετωπίσεώς των. Ἔχω δὲ τὴν γνώμη ὅτι ὁ τρόπος τῆς θεραπείας πρέπει νὰ ἐπαφίεται περισσότερο στὴν ἐπιμέλεια καὶ στὴν φροντίδα τῶν ἰδίων τῶν ἀσθενῶν. Ἡ δὲ ἀρχὴ τῆς θεραπείας θὰ εἶναι νὰ γνωρίση ὁ ἀσθενὴς τὴν αἰτία τοῦ πόνου καὶ ὀδύνης του. Καὶ ἐφ᾿ ὅσον εὑρεθῆ ἡ αἰτία, τότε ἐμεῖς ποὺ ἀσθενοῦμε θὰ πάρωμε τὴν κατάλληλη ἀλοιφὴ ἀπὸ τὴν πρόνοια τοῦ Θεοῦ καὶ τοὺς πνευματικοὺς ἰατρούς μας. 31. Ἂς στήσωμε κατὰ κάποιο τρόπο ἕνα φανταστικὸ δικαστήριο. Ὅσοι θέλουν νὰ μᾶς ἀκολουθήσουν μὲ τὴν χάρι τοῦ Κυρίου, ἂς εἰσέλθουν σ᾿ αὐτὸ τὸ δικαστήριο καὶ ἂς ἐξετάσουν κάπως μαζί μας τὰ προηγούμενα πάθη καὶ τὶς αἰτίες των. Ἂς δεθῆ λοιπὸν ὁ θυμὸς ὁ τύραννος μὲ τὰ δεσμὰ τῆς πραότητος. Ἂς κτυπηθῆ ἀπὸ τὴν μακροθυμία, ἂς συρθῆ ἀπὸ τὴν ἁγία ἀγάπη, ἂς παρουσιασθῆ στὸ δικαστικὸ τοῦτο βῆμα τοῦ λόγου καὶ ἂς ἀνακριθῆ καταλλήλως: «Λέγε μας, ὦ παράφρον καὶ ἄσεμνε, τὰ ὀνόματα τοῦ πατέρα σου καὶ τῆς μητέρας ποὺ κακῶς σὲ ἐγέννησαν, καθὼς καὶ τῶν υἱῶν σου καὶ τῶν βδελυκτῶν θυγατέρων σου. Καὶ ὄχι μόνο αὐτά, ἀλλὰ νὰ μᾶς ἐξηγήσης ἐπὶ πλέον, ποιοὶ εἶναι αὐτοὶ ποὺ σὲ πολεμοῦν καὶ σὲ φονεύουν». Καὶ αὐτός, ὁ θυμὸς δηλαδή, ἀπαντώντας θὰ μᾶς εἰπῆ περίπου τὰ ἑξῆς: «Οἱ αἰτίες ποὺ μὲ γεννοῦν εἶναι πολλές. Καὶ ὁ πατέρας μου δὲν εἶναι ἕνας. Μητέρες μου εἶναι ἡ κενοδοξία, ἡ φιλαργυρία καὶ ἡ γαστριμαργία, μερικὲς φορὲς καὶ ἡ πορνεία. Ἐκεῖνος ποὺ μὲ ἐγέννησε ὀνομάζεται τύφος, δηλαδὴ ἔπαρσις. Οἱ δὲ θυγατέρες μου ὀνομάζονται μνησικακία, ἔχθρα, δικαιολογία καὶ μίσος. Οἱ ἐχθροί μου ἀπὸ τοὺς ὁποίους τώρα κρατοῦμαι δεμένος εἶναι οἱ ἀντίπαλοι τῶν θυγατέρων μου, ἡ ἀοργησία δηλαδὴ καὶ ἡ πραότης. Αὐτὴ ποὺ μὲ ἐπιβουλεύεται ὀνομάζεται ταπεινοφροσύνη. Γιὰ τὸ ποιὸς τὴν ἐγέννησε, ἂς ἐρωτήσετε τὴν ἴδια στὸ ἰδικό της κεφάλαιο. Στὴν ὀγδόη βαθμίδα ἔχει τοποθετηθῆ ὁ στέφανος τῆς ἀοργησίας. Ὅποιος τὸν ἐφόρεσε λόγω τοῦ ἠπίου χαρακτῆρος του, ἴσως δὲν φορεῖ ἄλλον. Ὅποιος ὅμως τὸν ἐφόρεσε κατόπιν ἱδρώτων, αὐτὸς ὑπερέβη ἐντελῶς τὶς ὀκτὼ κατηγορίες τῆς κακίας (2). ---------- 1. Ἐδῶ παρουσιάζεται μὲ μύλο τὸ πάθος τοῦ θυμοῦ. Ὅπως ὁ μύλος συντρίβει τὸ σιτάρι, ἔτσι καὶ ὁ θυμὸς καταστρέφει τὶς ἀρετὲς καὶ τὴν πνευματικὴ πρόοδο τῆς ψυχῆς. 2. Ἐννοεῖ τὰ ὀκτὼ πρωταρχικὰ πάθη, δηλαδὴ τὴν γαστριμαργία, τὴν πορνεία, τὴν φιλαργυρία, τὸν θυμό, τὴν λύπη, τὴν ἀκηδία, τὴν κενοδοξία καὶ τὴν ὑπερηφάνεια, περὶ τῶν ὁποίων γίνεται συχνὸς λόγος στὰ ἀσκητικὰ κείμενα. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου