ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ
ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΠΡΩΤΟΣ
Περὶ κενοδοξίας
Περὶ τῆς πολυμόρφου κενοδοξίας.1. (948.) Τινὲς μὲν ἰδιαιρέτῳ τάξει καὶ λόγῳ τὴν κενοδοξίαν παρὰ τὴν ὑπερηφανίαν φιλοῦσιν ὁρίζειν· ὅθεν καὶ ὀκτὼ τοὺς τῆς κακίας λογισμοὺς πρωτεύοντας καὶ (949.) ἐπιτρόπους λέγουσιν εἶναι. Ὁ δὲ θεολόγος Γρηγόριος, καὶ ἕτεροι ἑπτὰ πάλιν τούτους ἐξέδωκαν· οἷς ἔγωγε μάλιστα συντίθεσθαι πείθομαι. Τίς γὰρ κενοδοξίαν νικήσας ὑπερηφανίαν κέκτηται; Τοσαύτην δὲ μόνον πρὸς ἀλλήλας τὴν διαφορὰν κέκτηνται, ὅσην ἔχει τῇ φύσει ὁ παῖς παρὰ τὸν ἄνδρα, καὶ ὁ σῖτος παρὰ τὸν ἄρτον· ἀρχὴ μὲν γὰρ τὸ πρότερον, τέλος δὲ τὸ δεύτερον. Οὐκοῦν περὶ ἀρχῆς καὶ πληρώματοςπαθῶν τῆς ἀνοσίου οἰήσεως καιροῦ καλέσαντος, εἴπωμεν συντόμως. Ὁ γὰρ διὰ μήκους περὶ τούτων φιλοσοφεῖν ἐπιχειρῶν, ὅμοιός ἐστι τῷ περὶ ἀνέμων σταθμοῦ πολυπραγμονοῦντι εἰκῆ.2. Κενοδοξία ἐστὶ κατὰ μὲν τὸ εἶδος φύσεως ἐναλλαγὴ, καὶ ἠθῶν διαστροφὴ, καὶ παρατήρησις μέμψεως· κατὰ δὲ τὴν ποιότητα, καμάτων σκορπιστήριον, ἱδρώτων ἀπώλεια, θησαυροῦ ἐπιβουλὴ, ἀπιστίας ἔκγονος, ὑπερηφανίας πρόδρομος, ἐν λιμένι ναυάγιον, ἐν ἅλωνι μύρμηξ, λεπτὸς μὲν ὑπάρχων, παντὶ δὲ καμάτῳ καὶ καρπῷ ἐπιβουλεύων· ἀναμένει μύρμηξ τελεσθῆναι τὸν σῖτον, καὶ κενοδοξία συναχθῆναι τὸν πλοῦτον. 3. Ὁ μὲν γὰρ χαίρει ἵνα κλέψῃ, ἡ δὲ ἵνα σκορπίσῃ· πνεῦμα ἀπογνώσεως χαίρει θεωροῦν πληθυνομένην κακίαν· πνεῦμα δὲ κενοδοξίας πληθυνομένην ἀρετήν· θύρα γὰρ τοῦ προτέρου τὰ πλήθη τῶν τραυμάτων· τοῦ δὲ δευτέρου, ὁ πλοῦτος τῶν καμάτων. 4. Ἐπιτήρει, καὶ μέχρι μνήματος τὴν ἀνοσίαν ἀνθοῦσαν εὑρήσεις, ἐν ἱματίοις, καὶ μύροις, καὶ προπομπῇ, καὶ ἀρώμασι, καὶ ἑτέροις. 5. Πᾶσιν ἀφθόνως λάμπει ὁ ἥλιος, καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐπιχαίρει κενοδοξία· οἷόν τι λέγω, νηστεύων κενοδοξῶ, καὶ καταλύων ἵνα μὴ γνωσθῶ, ὡς φρόνιμος πάλιν κενοδοξῶ. Λαμπρὰ περιβεβλημένος, ἡττῶμαι ταύτῃ, καὶ εὐτελῆ ἐξαλλάσσων, πάλιν κενοδοξῶ· λαλῶν ἡττῶμαι, καὶ σιωπῶν πάλιν ἡττήθην. Ὡς ἂν ῥίψῃς ταύτην τὴν τρίβολον, ὀρθὸν τὸ κέντρον ἵσταται. 6. Κενόδοξός ἐστιν εἰδωλολάτρης πιστὸς, Θεὸν μὲν τῷ δοκεῖν σεβόμενος, ἀνθρώποις δὲ, καὶ οὐ Θεῷ, ἀρέσκειν βουλόμενος. 7. Κενόδοξός ἐστι πᾶς φιλενδείκτης· κενοδόξου νηστεία ἄμισθος, καὶ προσευχὴ ἄκαιρος· δι᾿ ἔπαινον γὰρ ἀνθρώπων ἀμφότερα ἐργάζεται· 8. κενόδοξος ἀσκητὴς ἀδικεῖται διπλῶς· καὶ τὸ σῶμα κατατήκων, καὶ μισθὸν μὴ λαμβάνων· 9. τίς μὴ γελάσῃ τὸν τῆς κενοδοξίας ἐργάτην, ἐν ταῖς ψαλμῳδίαις ἱστάμενον, καὶ ὑπὸ ταύτης κινούμενον; Ποτὲ μὲν γελᾷν, ποτὲ δὲ ἐπὶ πάντων κλαίειν παρασκευάζει. 10. Κρύπτει Κύριος ἐξ ὀφθαλμῶν ἡμῶν πολλάκις, καὶ ἅπερ κεκτήμεθα καλά. Ἀνὴρ δὲ ἐπαινέτης, μᾶλλον δὲ πλανήτης, διὰ τοῦ ἐπαίνου τοὺς ὀφθαλμοὺς ἡμῶν ἀνέῳξε. Τούτων δὲ ἀνοιγέντων ἄφαντος ὁ πλοῦτος ἐγένετο ἀφ᾿ ἡμῶν· 11. κολακευτής ἐστι δαιμόνων διάκονος, ὑπερηφανίας χειραγωγὸς, κατανύξεως ἐξολοθρευτὴς, καλῶν ἀφανιστὴς, πλάνος ὁδοῦ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, φησὶν ὁ προφήτης. 13. (952.) Ὑψηλῶν μὲν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀσμένως ὕβριν. Ἁγίων δὲ καὶ ὁσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον. Εἶδον πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας. 14. Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Αἰσχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες. 15. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου καὶ ὁ φίλος ἐλοιδόρησέ σε ἀπόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ἔνδειξαι ἐπαινέσας αὐτόν· 16. μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων· μεῖζον δὲ, ἔπαινον δαιμόνων. 17. Ταπεινοφροσύνην ἔδειξεν, οὐχὶ ἑαυτὸν εὐτελίζων (πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει;) ἀλλ᾿ ὁ παρ᾿ ἑτέρου ὀνειδισθεὶς, καὶ τὴν ἀγάπην αὐτοῦ μὴ μειώσας. 18. Ἐπεσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμοὺς ἀδελφῷ ὑποβάλλοντα, καὶ ἑτέρῳ τούτους ἀποκαλύψαντα, κἀκείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν τοῦ σώματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν. 19. Μὴ παραδέξῃ αὐτὸν, ἐπισκοπήν σοι, καὶ ἡγουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γὰρ κύνα ἀπὸ μακελλικῆς τραπέζης διῶξαι. 20. Ἐπὰν μικρόν τι εἰρηνικὴν ἴδῃ ἔχοντας κατάστασιν, εὐθὺς ἐκ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται, Ἄπελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν. 21. Ἄλλη μορφὴ Αἰθιόπων, καὶ ἑτέρα ἀνδριάντων· καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄντων. 22. Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενοδοξία, καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ἐρχομένων μοναχοὺς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ ταπείνωσιν ὑποδύεται ἡ ὑπερηφανίας ἀνάπλεως· ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαριζομένους· εἰς τὴν τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται· καὶ τοῖς κατωτέροις ἀνηλεῶς ἐπιπλήττει· ἐν ψαλμῳδίᾳ σταθέντας τοὺς ῥᾳθύμους ἀνδρείους ἐποίησε· τοὺς ἀφώνους καλλιφώνους, καὶ τοὺς νυστακτὰς ἀγρύπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει· καὶ τὰ πρωτεῖα αὐτῷ χαρίσασθαι δυσωπεῖ, πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀποδημίας· προτιμωμένους ὑπερηφάνους κατέστησε· καὶ καταφρονουμένους μνησικάκους ἔδειξε. 23. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος· ὀργισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. 25. Κενοδοξία τοὺς ὀξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο· 26. φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μεγάλως 27. Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ (953.) διώξαντα· ὀργιζομένου γάρ ποτέ τινος ἀδελφοῦ ἐν τῷ μεταξὺ κοσμικῶν παρουσία κατέλαβε, καὶ τῇ κενοδοξίᾳ ἐξ ὀργῆς μετεπράθη ὁ ἄθλιος· ὁμοθυμαδὸν γὰρ αὐταῖς δουλεῦσαι οὐκ ἠδύνατο. 28. Ὁ κενοδοξίᾳ ἀπεμποληθεὶς διπλοῦν τὸν βίον κέκτηται· ἐν μοναχοῖς μὲν διατρίβων τῷ σχήματι, ἐν κόσμῳ δὲ τῷ φρονήματι καὶ τῷ ἐνθυμήματι. 29. Ἐὰν πρὸς τὴν ἄνω εὐαρέστησιν τρέχειν ἐπειγώμεθα, τῆς ἄνω δόξης πάντως καὶ γευσόμεθα. Ἐκείνης δὲ ὁ γευσάμενος πάσης τῆς ἐπιγείου καταφρονήσει. Θαυμάζω γὰρ εἰ μὴ τῆς προτέρας τις γευσάμενος, πάσης τῆς δευτέρας κατεφρόνησε. 30. Πολλάκις ὑπὸ κενοδοξίας συληθέντες, στραφέντες ἡμεῖς εὐφυεστέρως αὐτὴν ἐσυλήσαμεν. Εἶδόν τινας ἐργασίας πνευματικῆς ἐκ κενοδοξίας ἀπαρξαμένους, καὶ τῆς ἀρχῆς καταβληθείσης μωμητῆς, τὸ τέλος γέγονεν ἐπαινετὸν, διὰ τὸ μετενεχθῆναι τὴν ἔννοιαν. 31. Ὁ ἐπὶ φυσικοῖς πλεονεκτήμασι, λέγω δὴ ἀγχινοίᾳ, εὐμαθείᾳ, ἀναγνώσει, προφορᾷ εὐφυΐᾳ, καὶ τοῖς τοιούτοις πᾶσι τοῖς ἀπόνως προσοῦσιν ἡμῖν ἐπαιρόμενος, οὐδέποτε τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἐντεύξεται· Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷἄπιστος, καὶ κενόδοξος· 32. δι᾿ ἀπάθειαν ἀκροτάτην, καὶ πλοῦτον χαρισμάτων, καὶ θαυμάτων ἐνέργειαν, καὶ προγνώσεως δύναμιν, τινὲς τὰ ἑαυτῶν σώματα εἰκῆ κατατρίβουσι· λαθόντες οἱ τάλανες, ὡς οὐ πόνοι, ἀλλὰ μᾶλλον ταπείνωσις τῶν τοιούτων μήτηρ καθέστηκεν. Ὁ δὲ χρεώστην ἑαυτὸν λογιζόμενος, ἀπροσδόκητον πλοῦτον καὶ αἰφνίδιον λήψεται. 34. Μὴ πείθου τῷ λικμήτορι τῷ πρὸς ὠφέλειαν τῶν ἀκουόντων τὰς ἀρετὰς θριαμβεύειν ὑποβάλλοντι· Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, ἑαυτὸν δὲ ζημιωθῇ; Οὐδὲν οὕτως ὡς ταπεινὸν, καὶ ἀνόθευτον ἦθος, καὶ λόγος τοὺς ὁρῶντας οἰκοδομῆσαι δύναται· γίνεται γὰρ καὶ ἑτέροις ἐφόδιον τοῦ μηδέποτε ἐπαίρεσθαι· οὗ τί ἂν ὠφελείας μεῖζον καθέστηκεν; 35. Ἐπεσημήνατό τις τῶν ὁρᾷν δυναμένων, καὶ διηγεῖτο βλέπων· Ὅτιπερ, φησὶν, ἐν συνεδρίῳ μου καθημένου ἐληλυθότες οἱ τῆς κενοδοξίας καὶ τῆς ὑπερηφανίας δαίμονες ἐξ ἑκατέρωθέν μου ἐκάθηντο, καὶ ὁ μὲν ἔνυττέ. μου τὴν πλευρὰν τῷ δακτύλῳ αὐτοῦ τῷ κενοδόξῳ προτρεπόμενός με λέγειν τινὰ θεωρίαν ἢ ἐργασίαν, ἣν πεποίηκα ἐν τῇ ἐρήμῳ. Ὡς δὲ τοῦτον ἀπεσεισάμην εἰπών· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά· θᾶττον ὁ ἐξ εὐωνύμων πρὸς τὸ ἐμὸν οὖς ἔλεγεν· Εὖγε, εὖγε πεποίηκας· καὶ μέγας γέγονας, τὴν ἐμὴν ἀναιδεστάτην μητέρα νενικηκώς. Πρὸς ὃν ἐγὼ εὐθυβόλως τὸ ἑξῆς τοῦ στίχου ἀναλαβὼν εἴρηκα· Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε πεποίηκας. Ἐρωτήσαντί μοι τὸν αὐτὸν πῶς ἡ κενοδοξία μήτηρ ὑπερηφανίας, ἀπεκρίνατο· Οἱ μὲν ἔπαινοι ὑψοῦσι (956.) καὶ φυσιοῦσιν· ὑψωθείσης δὲ τῆς ψυχῆς, τότε αὐτὴν ἡ ὑπερηφανία λαβοῦσα ἀναφέρει ἕως τῶν οὐρανῶν, καὶ καταφέρει ἕως τῶν ἀβύσσων. 36. Ἔστι δόξα ἐκ Κυρίου προ[σ]γινομένη· Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησίν· καὶ ἔστιν ἐκ διαβολικῆς παρασκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γὰρ, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Ἐπιγνώσῃ σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογιζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπου δ᾿ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτῃς τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸν θεαθῆναι τοῖς ἀνθρώποις ἐργάζῃ σχηματίζεσθαι ἡμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. 37. Οὕτως γὰρ, φησὶν, λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, ὑποβάλλουσα. 38. Πολλάκις ὁ Κύριος τοὺς κενοδόξους δι᾿ ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν. 39. Ἀρχὴ ἀκενοδοξίας φυλακὴ στόματος, καὶ ἀτιμίας ἀγάπη· μεσότης δὲ ἀνακοπὴ πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων· τέλος δὲ (εἴπερ ἄρα καὶ ἔστι τῇ ἀβύσσῳ τέλος) τὸ τὰ πρὸς ἀτιμίαν συντελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως. 40. Μὴ κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσκομμα· λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος, οὐ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή. Ὁπόταν ἡμεῖς τὴν δόξαν προσκαλούμεθα, καὶ ὅταν ἀκλήτως ὑφ᾿ ἑτέρων προπεμπομένη πρὸς ἡμᾶς παραγίνηται. 41. Ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους [μνημονεύσωμεν], καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἡμῶν προσευχῇ ἐμφόβου παραστάσεως ἐννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδῆ, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα· εἰ δὲ οὒ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μὴ, κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξίᾳ φοβηθῶμεν· Ὁ γὰρ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται πάντως, καὶ ἐνταῦθα [καὶ] πρὸ τοῦ μέλλοντος αἰῶνος· 42. ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἡμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἡμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἑαυτοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων. 43. Εἰσὶ πάντως καὶ κενόδοξοι ἔν τισιν αἰτήμασιν αὐτῶν εἰσακουσθῆναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὧν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέφυκεν· ἵνα μὴ δι᾿ εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν· 44. οὐ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ περιπίπτειν πεφύκασι. Κενοδοξία γάρ ἐστιν ἁπλότητος ἀποβολὴ, καὶ ἐπίπλαστος διαγωγή· 45. σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, τὴν πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν. (957.) Ὁ τῆς νόσου ταύτης ἐκτὸς, ἔγγιστα τῆς σωτηρίας· ὁ δ᾿ οὒ, πόῤῥω φανήσεται τῆς ἁγίων δόξης. Βαθμὸς κβ´. Ὁ ταύτῃ μὴ ἁλοὺς, οὐ μὴ περιπέσῃ τῇ ἐχθραινούσῃ Θεῷ ἀκεφάλῳ ὑπερηφανίᾳ. | (Διὰ τὴν πολύμορφον κενοδοξίαν)ΜΕΡΙΚΟΙ συνηθίζουν, ὅταν ὁμιλοῦν περὶ τῶν παθῶν καὶ τῶν λογισμῶν, νὰ κατατάσσουν τὴν κενοδοξία σὲ ἰδιαίτερη τάξι, χωριστὰ ἀπὸ τὴν ὑπερηφάνεια. Γι᾿ αὐτὸ καὶ λέγουν ὅτι εἶναι ὀκτὼ οἱ πρῶτοι καὶ κυρίαρχοι πονηροὶ λογισμοί. Ἀντιθέτως ὁ Θεολόγος Γρηγόριος καὶ ἄλλοι ἀπὸ τοὺς διδασκάλους τοὺς ἐμέτρησαν ἑπτά. Σ᾿ αὐτοὺς περισσότερο πείθομαι καὶ ἐγώ· διότι ποιὸς μπορεῖ νὰ ἔχη ὑπερηφάνεια, ἀφοῦ ἐνίκησε τὴν κενοδοξία; Τόση δὲ μόνο διαφορὰ ἔχουν μεταξύ τους, ὅση ἔχει ἐκ φύσεως τὸ παιδὶ ἀπὸ τὸν ἄνδρα καὶ τὸ σιτάρι ἀπὸ τὸν ἄρτο. Τὸ πρῶτο δηλαδὴ εἶναι ἡ ἀρχὴ καὶ τὸ δεύτερο τὸ τέλος. Τώρα λοιπὸν ποὺ τὸ καλεῖ ἡ περίστασις ἂς ὁμιλήσωμε μὲ συντομία γιὰ τὴν ἀρχὴ καὶ τὴν ὁλοκλήρωσι τῶν παθῶν, δηλαδὴ τὴν ἀνόσιο οἴησι. Λέγω μὲ συντομία, διότι ὅποιος ἐπιχειρεῖ νὰ φιλοσοφήση γι᾿ αὐτὴν εἰς μῆκος, ὁμοιάζει μὲ ἐκεῖνον ποὺ ματαιοπονεῖ προσπαθώντας νὰ ζυγίση τοὺς ἀνέμους.2. Ἡ κενοδοξία εἶναι ὡς πρὸς μὲν τὴν μορφή, μεταβολὴ τῆς φυσικῆς τάξεως καὶ διαστροφὴ τῶν καλῶν ἠθῶν καὶ παρατήρησις παντὸς ἀξιομέμπτου πράγματος. Ὡς πρὸς δὲ τὴν ποιότητα, σκορπισμὸς τῶν καμάτων, ἀπώλεια τῶν ἱδρώτων, δόλιος κλέπτης τοῦ θησαυροῦ, ἀπόγονος τῆς ἀπιστίας, πρόδρομος τῆς ὑπερηφανείας, ναυάγιο μέσα στὸ λιμάνι, μυρμήγκι στὸ ἁλώνι, ποὺ εἶναι μὲν μικρό, ἀλλὰ ἀπειλεῖ νὰ κλέψῃ ἀθόρυβα ὅλον τὸν καρπὸ καὶ τὸν κόπο τοῦ γεωργοῦ. 3. Τὸ μυρμήγκι περιμένει νὰ γίνη τὸ σιτάρι, καὶ ἡ κενοδοξία νὰ συναχθῆ ὁ πνευματικὸς πλοῦτος. Καὶ τὸ μὲν μυρμήγκι τρέχει γιὰ νὰ κλέψη· ἡ δὲ κενοδοξία χαίρεται γιατί θὰ διασκορπίση. Τὸ πνεῦμα τῆς ἀπογνώσεως χαίρεται, ὅταν βλέπη νὰ πληθύνεται ἡ κακία, ἐνῷ τὸ πνεῦμα τῆς κενοδοξίας χαίρεται, ὅταν βλέπη νὰ πληθύνεται ἡ ἀρετή. Εἴσοδος γιὰ τὸ πρῶτο εἶναι τὰ πλήθη τῶν τραυμάτων, ἐνῷ γιὰ τὸ δεύτερο ὁ πλοῦτος τῶν καμάτων. 4. Παρατήρησε καὶ θὰ ἰδῆς ὅτι αὐτὴ ἡ ἀνόσιος, δηλαδὴ ἡ κενοδοξία, εἶναι ἀκμαία καὶ μέχρι τοῦ τάφου. Θὰ τὴν ἰδῆς στὰ ροῦχα καὶ στὰ μύρα καὶ στὴν νεκρικὴ πομπὴ καὶ στὰ ἀρώματα καὶ σὲ πολλὰ ἄλλα. 5. Παντοῦ λάμπει ὁ ἥλιος ἄφθονα, καὶ παντοῦ σὲ κάθε ἔργο χαίρεται ἡ κενοδοξία. Π. χ. ὅταν νηστεύω, κενοδοξῶ, ἀλλὰ καὶ ὅταν καταλύω γιὰ νὰ μὴ φανῆ ἡ ἀρετή μου, πάλι κενοδοξῶ μὲ τὴν ἰδέα ὅτι εἶμαι συνετός. Ὅταν φορῶ λαμπρὰ ροῦχα νικῶμαι ἀπ᾿ αὐτήν, ἀλλὰ καὶ ὅταν τὰ ἀντικαταστήσω μὲ ταπεινὰ πάλι κενοδοξῶ. Ὅταν ὁμιλῶ νικῶμαι, ἀλλὰ καὶ ὅταν σιωπῶ πάλι νικῶμαι. Ὅπως καὶ ἂν τὴν ρίξεις αὐτὴ τὴν τρίβολο ἄκανθα, ἵσταται ὄρθιο τὸ κεντρί της. 6. Ὁ κενόδοξος δείχνει ὅτι εἶναι πιστός, ἐνῷ εἶναι εἰδωλολάτρης. Φαινομενικὰ μὲν σέβεται τὸν Θεόν, ἀλλὰ στὴν πραγματικότητα ἐπιζητεῖ νὰ ἀρέση στοὺς ἀνθρώπους καὶ ὄχι στὸν Θεόν. Κενόδοξος εἶναι κάθε ἐπιδεικτικὸς ἄνθρωπος. Τοῦ κενοδόξου ἡ νηστεία εἶναι χωρὶς μισθὸ καὶ ἡ προσευχὴ ἄκαιρη καὶ ἄστοχη. Διότι καὶ τὰ δυὸ τὰ κάνει γιὰ τὸν ἀνθρώπινο ἔπαινο. Ὁ κενόδοξος ἀσκητὴς εἶναι διπλὰ ἀδικημένος, ἀφοῦ καὶ τὸ σῶμα του τὸ τυραννεῖ, καὶ μισθὸ δὲν παίρνει. 7. Ποιὸς δὲν θὰ γελάση μὲ τὸν ἐργάτη τῆς κενοδοξίας ποὺ παρίσταται στὴν ψαλμῳδία καὶ ἐπηρεαζόμενος ἀπὸ αὐτήν, ἄλλοτε γελᾶ καὶ ἄλλοτε κλαίει ἐνώπιον ὅλων; 8. Ἀποκρύπτει πολλὲς φορὲς ὁ Θεὸς ἀπὸ τὰ μάτια μας καὶ τὰ καλὰ ποὺ ἔχομε ἀποκτήσει. Ἦλθε ὅμως αὐτὸς ποὺ συνηθίζει νὰ ἐπαινῆ, ἢ μᾶλλον νὰ πλανᾶ, καὶ μὲ τοὺς ἐπαίνους μᾶς ἄνοιξε τὰ μάτια. Καὶ μόλις αὐτὰ ἄνοιξαν, ἐξαφανίσθηκε ἀπὸ μέσα μας ὁ πνευματικὸς πλοῦτος. 9. Ἐκεῖνος ποὺ κολακεύει εἶναι ὑπηρέτης τῶν δαιμόνων, ὁδηγὸς πρὸς τὴν ὑπερηφάνεια, ἐξολοθρευτὴς τῆς κατανύξεως, ἀφανιστὴς τῶν καλῶν ἔργων, ἀποπλανητὴς ἀπὸ τὸ σωστὸ δρόμο. «Οἱ μακαρίζοντες ὑμᾶς, λέγει ὁ προφήτης, πλανῶσιν ὑμᾶς» (Ἡσ. γ´ 12). 10. Ἴδιον τῶν προχωρημένων στὴν ἀρετὴ εἶναι νὰ ὑπομένουν γενναῖα καὶ εὐχάριστα τὶς ὕβρεις. Ἴδιον ὅμως τῶν ἁγίων καὶ τῶν ὁσίων εἶναι νὰ παρέρχωνται ἀβλαβῶς τοὺς ἐπαίνους. 11. Εἶδα πενθοῦντας νὰ τοὺς ἐπαινοῦν καὶ νὰ ἐξοργίζωνται γι᾿ αὐτό. Ἔτσι σὰν σοφοὶ ἔμποροι σὲ πανήγυρι ἀντάλλαξαν τὸ πάθος τῆς κενοδοξίας μὲ τὸ πάθος τῆς ὀργῆς. 12. «Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ» (Α´ Κορ. β´ 11). Γι᾿ αὐτὸ ἂς αἰσχυνθοῦν καὶ ἂς κλείσουν τὸ στόμα τους ὅσοι ἐγκωμιάζουν τοὺς ἄλλους κατὰ πρόσωπον. 13. Ὅταν ἀκούσης ὅτι ὁ πλησίον σου ἢ ὁ φίλος σου σὲ περιεγέλασε πίσω σου ἢ ἐμπρός σου, ἐσὺ νὰ τοῦ δείξης ἀγάπη καὶ νὰ τὸν ἐπαινέσης. 14. Εἶναι μεγάλο πράγμα τὸ νὰ ἀποδιώξης ἀπὸ τὴν ψυχή σου τὸν ἔπαινο τῶν ἀνθρώπων. Μεγαλύτερο ὅμως εἶναι τὸ νὰ ἀποδιώξης τὸν ἔπαινο τῶν δαιμόνων. 15. Δὲν ἔδειξε ταπεινοφροσύνη αὐτὸς ὁ ὁποῖος ἐξευτέλισε τὸν ἑαυτό του· γιατί πῶς δὲν θὰ σηκώση κανεὶς τὰ ἰδικά του λόγια; ἀλλὰ ἐκεῖνος ὁ ὁποῖος ἐξυβρίσθη ἀπὸ ἄλλον καὶ παρὰ ταῦτα δὲν ἐλάττωσε ἀπέναντί του τὴν ἀγάπη του. 16. Ἐπεσήμανα τὸν δαίμονα τῆς κενοδοξίας νὰ σπείρη λογισμοὺς σὲ κάποιον ἀδελφό, καὶ συγχρόνως νὰ τοὺς φανερώνη αὐτοὺς καὶ σ᾿ ἕναν ἄλλο. Καὶ ἐν συνεχείᾳ νὰ κάνη τὸν δεύτερο νὰ ἀποκαλύψῃ στὸν πρῶτο τὰ μυστικὰ τῆς καρδιᾶς του, ὥστε αὐτὸς νὰ τὸν μακαρίζη ὡς προορατικό. Μερικὲς φορὲς ὁ ἀνόσιος δαίμων τῆς κενοδοξίας ἐγγίζει καὶ στὰ μέλη τοῦ σώματος καὶ προξενεῖ διάφορες κινήσεις καὶ παλμούς. Μὴν τὸν παραδεχθῆς τὸν δαίμονα αὐτόν, ὅταν σου ὁμιλῆ γιὰ ἐπισκοπὲς ἢ ἡγουμενίες ἢ διδασκαλικὰ ἀξιώματα. Πρόσεξε γιατί εἶναι δύσκολο νὰ ἀπομακρύνης τὸν σκύλο ἀπὸ τὸ τραπέζι τοῦ κρεοπωλείου. Μόλις αὐτὸς ἀντιληφθῆ ὅτι ἔχομε κάποια εἰρηνικὴ κατάστασι, μᾶς προτρέπει ἀμέσως νὰ ἐγκαταλείψωμε τὴν ἔρημο καὶ νὰ ἀναχωρήσωμε γιὰ τὸν κόσμο. «Πήγαινε, μᾶς λέγει, νὰ σώσης ψυχὲς οἱ ὁποῖες χάνονται»! 17. Ἄλλη εἶναι ἡ μορφὴ τῶν Αἰθιόπων καὶ ἄλλη ἡ μορφὴ τῶν ἀνδριάντων. Κατὰ παρόμοιο τρόπο ἄλλη εἶναι ἡ μορφὴ τῆς κενοδοξίας τῶν κοινοβιατῶν καὶ ἄλλη τῶν ἐρημιτῶν. 18. Τὶς ἐπισκέψεις τῶν κοσμικῶν στὴν Μονὴ τὶς ἀντιλαμβάνεται πρώτη ἡ κενοδοξία καὶ προτρέπει τοὺς πιὸ ἐλαφροὺς μοναχοὺς νὰ ἐξέλθουν νὰ ὑποδεχθοῦν τοὺς ἐρχομένους. Τοὺς κάνει νὰ πέφτουν στὰ πόδια τους, καὶ ἔτσι φορεῖ τὸ προσωπεῖο τῆς ταπεινοφροσύνης αὐτὴ ποὺ ξεχειλίζει ἀπὸ ὑπερηφάνεια. Κάνει συνεσταλμένο καὶ ταπεινὸ τὸν τρόπο τῆς συμπεριφορὰς καὶ τὸν τόνο τῆς φωνῆς καὶ κοιτάζει στὰ χέρια τῶν ἐπισκεπτῶν γιὰ νὰ λάβη τὰ δῶρα τους. Ἐπὶ πλέον τοὺς ἀποκαλεῖ κυρίους καὶ προστάτας καὶ ὅτι σ᾿ αὐτοὺς χρωστοῦν μετὰ τὸν Θεὸν τὴν ζωή τους οἱ μοναχοί. Ἐν συνεχείᾳ ἐνῷ ἐκάθισαν στὴν τράπεζα, τοὺς προτρέπει νὰ ἐγκρατεύωνται καὶ νὰ ἐπιπλήττουν αὐστηρὰ τοὺς κατωτέρους, διότι δῆθεν αὐτοὶ δὲν ἐγκρατεύονται. Ἐνῷ ἦλθε ἡ ὥρα τῆς ψαλμῳδίας, τοὺς ρᾳθύμους τοὺς ἔκανε προθύμους, τοὺς ἀφώνους καλλιφώνους καὶ τοὺς νυσταλέους ἀγρύπνους. Τοὺς προτρέπει ἀκόμη νὰ καλοπιάνουν τὸν κανονάρχη καὶ νὰ τὸν ἐκλιπαροῦν νὰ τοὺς παραχωρήση τὰ πρωτεῖα στὴν ψαλμῳδία. Τοὺς κάνει νὰ τὸν ἀποκαλοῦν πατέρα καὶ διδάσκαλο. Καὶ ὅλα αὐτὰ ἕως ὅτου ἀναχωρήσουν οἱ ξένοι! Ὅσους τιμῶνται καὶ προτιμῶνται τοὺς ὡδήγησε στὴν ὑπερηφάνεια καὶ ὅσους καταφρονοῦνται στὴν μνησικακία. 19. Ἡ κενοδοξία πολλὲς φορὲς ἀντὶ γιὰ τιμὴ προξένησε ἀτιμία. Διότι συνέβη νὰ ὀργισθοῦν (ἐξ αἰτίας της) οἱ μαθηταί της, καὶ ἔτσι τοὺς ἐντρόπιασε ἀφάνταστα (ἐμπρὸς στοὺς ἄλλους). Ἡ κενοδοξία τοὺς ὀξύθυμους ἐπὶ παρουσίᾳ ἀνθρώπων τοὺς μετέβαλε σὲ πρᾴους. Κάνει μεγάλη ἕφοδο σὲ ὅσους ἔχουν φυσικὰ χαρίσματα, καὶ ἐκμεταλλευομένη αὐτὰ ὡδήγησε πολλὲς φορὲς τοὺς ἀθλίους στὴν πτῶσι. 20. Εἶδα ἕναν δαίμονα ποὺ ἐλύπησε καὶ ἐδίωξε τὸν ἀδελφό του! Ἐνῷ δηλαδὴ ἕνας μοναχὸς ἦταν ὠργισμένος, ἔφθασαν κοσμικοὶ ἐπισκέπτες, ὁπότε μετεπωλήθη ὁ ἄθλιος ἀπὸ τὴν ὀργὴ στὴν κενοδοξία, δηλαδὴ ἐμφανίσθηκε ὡς πρᾴος στὰ μάτια τῶν ἐπισκεπτῶν. Δὲν μποροῦσε βεβαίως νὰ δουλεύη συγχρόνως καὶ στὰ δυὸ πάθη, καὶ στὴν ὀργὴ καὶ στὴν κενοδοξία. 21. Αὐτὸς ποὺ πουλήθηκε στὴν κενοδοξία ζῆ διπλὴ ζωή. Ἐξωτερικὰ καὶ μὲ τὸ σχῆμα του ζῆ ὡς μοναχός, μὲ τὶς ἐσωτερικές του ὅμως σκέψεις καὶ διαθέσεις ὡς κοσμικός. 22. Ἐὰν σπεύδωμε γρήγορα νὰ ἐπιτύχωμε τὴν εὐαρέστησι τὴν ἄνω, ἂς φροντίζωμε πολὺ νὰ γευθοῦμε καὶ τὴν ἄνω δόξα. Διότι αὐτὸς ποὺ ἐγεύθηκε ἐκείνη τὴν δόξα, θὰ καταφρονήση κάθε ἐπίγειο δόξα. Ἀπορῶ δὲ πῶς θὰ μποροῦσε κάποιος νὰ καταφρονήση τὴν δεύτερη, χωρὶς νὰ γευθῆ τὴν πρώτη. 23. Πολλὲς φορές, ἐνῷ μας εἶχε κλέψει ἡ κενοδοξία, γυρίσαμε καὶ τὴν ἐκλέψαμε ἐμεῖς μὲ πιὸ ἔξυπνο τρόπο. Εἶδα μερικοὺς ποὺ ἄρχισαν κάποια πνευματικὴ προσπάθεια ἀπὸ κενοδοξία καί, μολονότι ἡ ἀρχὴ ἦταν ἀξιόμεμπτη, τὸ τέλος ὑπῆρξε καλὸ καὶ ἐπαινετό, διότι ἐν τῷ μεταξὺ μετέστρεψαν τὴν κακὴ σκέψι. 24. Ὅποιος ὑπερηφανεύεται γιὰ φυσικὰ χαρίσματα, δηλαδὴ ὀξύνοια, εὐκολία στὴν μάθησι, στὴν ἀνάγνωσι καὶ στὴν προφορά, εὐφυΐα καὶ ἄλλα παρόμοια, αὐτὸς οὐδέποτε θὰ ἀποκτήση τὰ ὑπερφυσικὰ ἀγαθά. Διότι ὁ ἄπιστος στὰ ὀλίγα θὰ φανῆ καὶ στὰ πολλὰ ἄπιστος καὶ κενόδοξος. 25. Γιὰ τὴν ἀπόκτησι τῆς τελείας ἀγάπης καὶ πλουσίων χαρισμάτων καὶ θαυματουργικῆς καὶ προορατικῆς δυνάμεως, πολλοὶ βασανίζουν καὶ καταπονοῦν ἀδίκως τὸ σῶμα τους. Ἐλησμόνησαν οἱ ταλαίπωροι ὅτι ὄχι οἱ κόποι, ἀλλὰ κυρίως ἡ ταπείνωσις εἶναι ἡ μητέρα ὅλων αὐτῶν. Ὅποιος ἀπαιτεῖ πνευματικὰ δῶρα ἀντὶ τῶν κόπων του, ἔβαλε σαθρὸ θεμέλιο. Ὅποιος ὅμως θεωρεῖ τὸν ἑαυτόν του χρεώστη δοῦλο, αὐτὸς ξαφνικὰ θὰ λάβη ἀπὸ τὸν Θεὸν ἀνέλπιστο πνευματικὸ πλοῦτο. 26. Μὴ πείθεσαι στὸν λικμήτορα, στὸν δαίμονα δηλ. ποὺ λιχνίζει καὶ καταστρέφει, ὅταν σοῦ προτείνη νὰ παρουσιάζης τὶς ἀρετές σου, γιὰ νὰ ὠφεληθοῦν δῆθεν ὅσοι σὲ ἀκούουν. «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμο κερδήση ἢ ὠφελήση, ἑαυτὸν δὲ ζημιώση»; (Ματθ. ις´ 26). Τίποτε δὲν ὠφελεῖ περισσότερο αὐτοὺς ποὺ μᾶς βλέπουν ἀπὸ τὴν ταπεινὴ καὶ εἰλικρινὴ συμπεριφορὰ καὶ τὸν ἀνεπιτήδευτο λόγο. Ἔτσι δίδεται καὶ στοὺς ἄλλους παράδειγμα νὰ μὴν ὑπερηφανεύωνται ποτέ, πράγμα ἀπὸ τὸ ὁποῖο τί ὑπάρχει περισσότερο ὠφέλιμο; 27. Κάποιος ἀπὸ τοὺς προορατικοὺς Πατέρας ἐπρόσεξε τὰ ἑξῆς τὰ ὁποῖα καὶ διηγεῖτο: «Ἐνῷ καθόμουν σὲ σύναξι μοναχῶν, ἦλθαν οἱ δαίμονες τῆς κενοδοξίας καὶ τῆς ὑπερηφανείας καὶ κάθησαν δεξιὰ καὶ ἀριστερά μου. Καὶ ὁ πρῶτος μοῦ ἐκεντοῦσε τὴν πλευρὰ μὲ τὸν δάκτυλο τῆς κενοδοξίας καὶ μὲ προέτρεπε νὰ εἰπῶ σὲ κάποιο ὅραμα ἢ κάτι ποὺ ἐπετέλεσα στὴν ἔρημο. Μόλις ὅμως τὸν ἀπέκρουσα, λέγοντας, «ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυθείησαν οἱ λογιζόμενοί μοι κακά» (Ψαλμ. ξθ´ 3), ἀμέσως ὁ δεύτερος ὁ ἐξ ἀριστερῶν μοῦ ψιθύριζε στὸ αὐτί: «Εὖγε! Πολὺ καλὰ ἔκανες! Ἔγινες μέγας, ἀφοῦ ἐνίκησες τὴν ἀναιδέστατη μητέρα μου». Τότε ἐγώ, χρησιμοποιώντας εὔστοχα τὸν ἑπόμενο στίχο τοῦ Ψαλμοῦ, ἀπήντησα: «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε πεποίηκας»! (πρβλ. Ψαλμ. ξθ´ 4). Ὅταν ἐρώτησα τὸν προορατικὸν αὐτόν, «πῶς ἡ κενοδοξία συμβαίνει νὰ εἶναι μητέρα τῆς ὑπερηφανείας», μοῦ ἀπήντησε: «Οἱ μὲν ἔπαινοι ἐξυψώνουν καὶ δημιουργοῦν φυσίωσι· ὅταν δὲ ἐξυψωθῆ ἡ ψυχή, τὴν παραλαμβάνει τότε ἡ ὑπερηφάνεια καὶ «ἀναφέρει αὐτὴν ἕως τῶν οὐρανῶν καὶ καταφέρει ἕως τῶν ἀβύσσων» (πρβλ. Ψαλμ. ρς´ 26). 28. Ὑπάρχει δόξα ποὺ μᾶς ἔρχεται ἀπὸ τὸν Κύριον. «Τοὺς γὰρ δοξάζοντάς με, λέγει, δοξάσω» (Α´ Βασ. β´ 30). Καὶ ὑπάρχει δόξα ποὺ εἶναι συνέπεια διαβολικῆς ἐργασίας καὶ ἀπάτης. «Οὐαὶ γάρ, λέγει, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι» (Λουκ. ς´ 26). 29. Θὰ ἀντιληφθῆς σαφῶς τὴν πρώτη δόξα, ὅταν τὴν θεωρῆς ἐπικίνδυνη, ὅταν τὴν ἀποφεύγης παντοιοτρόπως καὶ ὅταν ἀποκρύπτης τὴν καλή σου ζωὴ ὅπου καὶ ἂν εὑρίσκεσαι. Τὴν Δευτέρα δόξα ἀντιθέτως θὰ τὴν ἀντιληφθῆς, ὅταν καὶ τὸ παραμικρὸ τὸ κάνης «πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις» (Ματθ. κγ´ 5). Μᾶς ὑποβάλλει ἡ μιαρὰ κενοδοξία νὰ κάνουμε πὼς ἔχομε ἀρετὲς ποὺ δὲ ἔχομε, παραπλανώντας μας μὲ τὸ ρητό: «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα» (Ματθ. ε´ 16). Πολλὲς φορὲς ὁ Κύριος ὡδήγησε τοὺς κενοδόξους σε ἀκενοδοξία μὲ κάποιο ἀτιμωτικὸ γεγονὸς ποὺ ἐπέτρεψε νὰ συμβῇ. 30. Ἀρχὴ τῆς ἀκενοδοξίας εἶναι ἡ προφύλαξις τοῦ στόματος καὶ ἡ ἀγάπη τῆς ἀτιμίας. Μέσον, ἡ ἀπόρριψις κάθε ἔργου ποὺ μᾶς προτείνουν οἱ λογισμοὶ τῆς κενοδοξίας. Καὶ τέλος, ἐὰν βεβαίως ὑπάρχει τέλος στὴν ἄβυσσο, τὸ νὰ πράττωμε ἀσυναίσθητα ἐνώπιον πλήθους κάθε τί ποὺ μᾶς ἐκθέτει. 31. Μὴ ἀποκρύπτης τὴν αἰσχύνη σου, μὲ τὴν σκέψι νὰ μὴ γίνης αἰτία σκανδάλου. Ὅμως δὲν πρέπει ἴσως νὰ χρησιμοποιῆται πάντοτε τὸ ἴδιο φαρμακευτικὸ ἔμπλαστρο, ἀλλὰ νὰ λαμβάνεται ὑπ᾿ ὄψιν καὶ τὸ εἶδος τοῦ σφάλματος. 32. Ὅταν ἐμεῖς ἐπιδιώκωμε τὴν δόξα καὶ ὅταν μόνη της μᾶς στέλλεται ἀπὸ ἄλλους καὶ ὅταν ἐπιχειρήσωμε κάτι χάριν κενοδοξίας, τότε ἂς ἐνθυμηθοῦμε τὸ πένθος μας καὶ τὴν μετὰ συντριβῆς καὶ φόβου προσευχή μας, καὶ τότε ὁπωσδήποτε θὰ τὴν ἐκδιώξωμε τὴν ἀναίσχυντη κενοδοξία, ἐὰν βεβαίως καλλιεργοῦμε πραγματικὰ τὴν προσευχή. Διαφορετικά, ἂς φέρωμε ἀμέσως στὴν σκέψι μας τὴν ὥρα τοῦ θανάτου μας. Καὶ ἂν ἐπιμένη ἀκόμη, ἂς φοβηθοῦμε τουλάχιστον τὴν καταισχύνη ποὺ ἀκολουθεῖ στὴν δόξα αὐτή, ἐφ᾿ ὅσον «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται» (Λουκ. ιη´ 14). «Ταπεινωθήσεται» ὄχι μόνο στὴν ἄλλη ζωή, ἀλλὰ ὁπωσδήποτε καὶ ἐδῶ. 33. Ὅταν οἱ ἐπαινοῦντες ἢ μᾶλλον οἱ ἀποπλανῶντες ἀρχίσουν νὰ μᾶς ἐπαινοῦν, ἂς ἐνθυμηθοῦμε ἀμέσως τὸ πλῆθος τῶν ἀνομιῶν μας, καὶ ἀσφαλῶς θὰ ἰδοῦμε ὅτι εἴμαστε ἀνάξιοι τῶν ἐπαίνων καὶ τῶν τιμῶν. 34. Ὑπάρχουν καὶ μερικοὶ κενόδοξοι ποὺ θεωροῦν ὑποχρεωμένο τὸν Θεὸν νὰ τοὺς εἰσακούση σὲ ὡρισμένα αἰτήματά τους. Ὁ δὲ Κύριος συνηθίζει νὰ τοὺς προλαμβάνη καὶ νὰ πραγματοποιῆ ὅ, τι θὰ τοῦ ζητοῦσαν στὶς προσευχές τους· καὶ τοῦτο, γιὰ νὰ μὴ τὰ λάβουν μὲ τὴν προσευχὴ καὶ αὐξήσουν τὴν οἴησί τους. 35. Ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἁπλοὶ καὶ ἀπονήρευτοι δὲν περιπίπτουν στὸ φαρμακερὸ αὐτὸ πάθος, ἀφοῦ ἄλλωστε ἡ κενοδοξία εἶναι διώκτης τῆς ἁπλότητος καὶ ἐπίπλαστη συμπεριφορά. 36. Ὑπάρχει κάποιο σκουλήκι πού, ἀφοῦ αὐξηθῆ, βγάζει πτερὰ καὶ πετᾶ στὰ ὕψη. Ὁμοίως καὶ ἡ κενοδοξία σὰν αὐξηθῆ, γεννὰ τὴν ὑπερηφάνεια, ποὺ εἶναι ὁ ἀρχηγὸς καὶ ἡ τελείωσις, (ἡ ἀρχὴ καὶ τὸ τέλος), ὅλων τῶν κακῶν. Βαθμὶς εἰκοστὴ πρώτη! Ὅποιος ἀπὸ αὐτήν, τὴν κενοδοξία, δὲν αἰχμαλωτίσθηκε, δὲν θὰ περιπέση στὴν ἐχθρὰν τοῦ Θεοῦ ἀκέφαλο ὑπερηφάνεια. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου